TLG 1204 001 :: ATHENAEUS :: De machinis

ATHENAEUS Mech.
(1 B.C.?)

De machinis

Source: Schneider, R. (ed.), Griechische Poliorketiker, vol. 1 [Abhandlungen der königlichen Gesellschaft der Wissenschaften zu Göttingen, Philol.–hist. Kl., N.F. 12, no. 5] Berlin: Weidmann, 1912: 8–36.

Citation: Section — (line)

t

ΑΘΗΝΑΙΟΥ ΠΕΡΙ ΜΗΧΑΝΗΜΑΤΩΝ

3

Ὅσον ἐφικτὸν μὲν ἀνθρώπῳ τοὺς ὑπὲρ μηχανικῆς ποιουμένῳ λόγους, ὦ σεμνότατε Μάρκελλε, ἐμνήσθην τοῦ Δελφικοῦ παραγ‐ γέλματος, ὡς ἔστι θεῖόν τι τὸ ὑπομιμνῆσκον ἡμᾶς χρόνου φεί‐ δεσθαι, ᾧ ἔστι σχεδὸν εἰπεῖν ἅπαντα καταχρώμεθα ἀφειδῶς
5εἰς τὰς κατεπειγούσας 〈ἐν〉 τῷ βίῳ χρείας. Κἂν χρημάτων μὲν καὶ τῶν ἄλλων δοκούντων ἡμῖν εἶναι πολυτελῶν μὴ τὴν τυχοῦσαν ἐπιστροφὴν καὶ φυλακὴν ποιησώμεθα, ἀλλὰ τοῖς τῶν ἀρχαίων προσέχωμεν συντάγμασι, καὶ αὐτοί τε μικρὸν ἐπιτείναντες ἑαυτοὺς οὐκ ἀσκόπως εὑρήσομεν, καὶ παρ’ ἄλλων ῥᾳδίως ἂν μεταλά‐
10βωμεν. Τοῦ χρόνου δὲ μεταβλητοῦ γε ὄντος καὶ ῥευστοῦ ἀφειδοῦμεν,

4

ᾧ εὐχερὲς τὸ τέλος· καὶ ταῦτα τῆς φύσεως νέμειν μὲν ἡμέρας δύ‐ ναμίν τινα εἰωθυίης εἰς τὸ κατεργάσασθαί τι τῶν ἐν τῷ βίῳ χρησίμων, ὕπνον δὲ νυκτὸς ἀλλὰ πάντως ἀκαριαῖον. Ὁ γὰρ μόνος κληθεὶς δικαίως ποιητὴς οὐδὲ τὸν δοθέντα παρὰ τῶν θεῶν
5εἰς τὴν ἀνάπαυσιν ἡμῖν τοῦ σώματος ὕπνον παννύχιον εὕδειν ἐᾷ. οὕτω πολλὴν φαίνεται ποιούμενος πρόνοιαν τοῦ μὴ καταργεῖσθαι τὴν διάνοιαν ἐπὶ πολὺν χρόνον. Οἱ δὲ γράφοντές τι ἢ παραγ‐ γέλλοντες ἡμῖν καὶ τῆς ὠφελείας εἵνεκα δοκοῦντες αὐτὸ πράττειν οὐκ ἀπεικότως, πολυγραφοῦντες εἰς οὐκ ἀναγκαίους λόγους κα‐
10ταναλίσκουσι τὸν χρόνον, ὅπως ἐμφήνωσι τὴν ἑαυτῶν πολυμά‐
θειαν· παρεκβάσεων γὰρ πληρώσαντες ἀπολείπουσι τὰ βιβλία· καὶ ταῦτα τῶν ἀρχαίων φιλοσόφων καλῶς εἰρηκότων τὰ τοῦ καιροῦ μέτρα δεῖν εἰδέναι ὡς ὑπάρχοντος ὅρου τῆς σοφίας. Τουτὶ8

5

γὰρ ἄν τις 〈εἰσ〉 πραγμάτων λόγον ὠφεληθεὶς ἀπέλθοι, ἐπιμελῶς ἐπιστήσας ἑαυτόν, ἐκ τοῦ Δελφικοῦ ἐκείνου παραγγέλματος ἢ ἐκ τῶν Στράτωνος καὶ Ἑστιαίου καὶ Ἀρχύτου καὶ Ἀριστοτέλους καὶ τῶν ἄλλων τῶν παραπλήσια ἐκείνοις γεγραφότων. Νεωτέροις μὲν γὰρ φιλο‐
5μαθοῦσιν οὐκ ἄχρηστα εἴη 〈πρὸς ἕξιν〉 τοῦ στοιχειωθῆναι· τοῖς δὲ βουλομένοις ἤδη τι πράττειν μακρὰν παντελῶς ἂν εἴη καὶ ἀπηρτημένα τῆς πραγματικῆς θεωρίας. Ὅθεν οὐ κακῶς δόξειεν ἂν πρὸς αὐτοὺς εἰρηκέναι Κάλανος ὁ Ἰνδός· ‘Ἑλλήνων δὲ φιλοσόφοις οὐκ ἐξ‐ ομοιούμεθα, παρ’ οἷς ὑπὲρ μικρῶν πραγμάτων πολλοὶ λόγοι
10ἀναλίσκονται· ἡμεῖς δέ, φησίν, ὑπὲρ τῶν μεγίστων ἐλάχιστα εἰώ‐ θαμεν παραγγέλλειν, ὅπως εὐμνημόνευτα πᾶσιν ᾖ.‘ Κατανοήσει δ’ ἄν τις τοῦτο ἀκριβέστατα ἐκ τῶν Δηϊμάχου Πολιορκητικῶν καὶ τῶν Διάδου καὶ Χαρίου τῶν ἀκολουθησάντων Ἀλεξάνδρῳ καὶ ἔτι τῶν ὑπὸ Πύρρου τοῦ

6

Μακεδόνος γραφέντων Πολιορκητικῶν ὀργάνων, ὅσην τὴν διαφορὰν παρ’ ἄλληλα ἐκεῖνα ἔχει. Ἀλλὰ γὰρ ἵνα μὴ καὶ αὐτοὶ πολυγράφοι φαινώμεθα, ἐπανάξομεν ἐπὶ τὸ προκείμενον, ὀλίγα προπα‐ ραστησάμενοι διὰ τοὺς εἰωθότας εὐθύνειν πικρῶς τὰς συνθέσεις
5τῶν λέξεων. Οὐ γὰρ ὑπολαμβάνω καθήκειν ἐξεργαζόμενον αὐτὰς ὑστερῆσαι τῆς προθέσεως· καθάπερ συνέβη Ἰσοκράτει τῷ ῥήτορι ἐν τῷ συμβουλευτικῷ ἐπιστολίῳ τῷ πρὸς Φίλιππον αὐτῷ γραφέντι· ἐλύθη γὰρ πρότερον ὁ πόλεμος ἢ ἐκεῖνος ἐτέλεσε τὴν συμβουλίαν. Λέγει γ’ οὖν αὐτὸς οὕτως· ‘Ὄντος γὰρ ἐμοῦ περὶ
10τὴν πραγματείαν ταύτην ἔφθητε τὴν εἰρήνην ποιησάμενοι, πρὶν
ἤ με ἐξεργάσασθαι τὸν λόγον.‘ Ἔτι δὲ καὶ καλῶς ἔχειν μοι δοκεῖ10

7

τοῖς ὀρθῶς παραινοῦσι πείθεσθαι περὶ τῶν τοιούτων. Ὁ μὲν γὰρ ἱστοριογράφος Καλλισθένης φησί· ‘δεῖ τὸν γράφειν τι πειρώμενον μὴ ἀστοχεῖν τοῦ προσώπου, ἀλλ’ οἰκείως αὐτῷ τε καὶ τοῖς πράγ‐ μασι τοὺς λόγους θεῖναι‘. Ὁ δέ γε περὶ τοιαύτης τέχνης γινόμενος πᾶς
5λόγος συντομίας τε καὶ σαφηνείας ἐπιδεῖσθαί μοι δοκεῖ, τῶν δὲ ῥητο‐ ρικῶν παραγγελμάτων οὐκ οἰκεῖος εἶναι. Διὸ ὅσαπερ ἀνεγνώκα‐ μεν τοῦ μηχανικοῦ Ἀγησιστράτου περὶ αὐτῶν, διέξιμεν. Ἀναγκαιότατον μὲν οὖν ἀποφαίνεται εἶναι ἐμπειρίαν γραμ‐ μῶν ἔχειν· οὕτω γὰρ τὰ πρὸς πολιορκίαν συστησάμενον ὀρθῶς
10ἀντιμηχανᾶσθαι, πάλιν καὶ πρὸς ταῦτα ἀκολούθως τὰ πρὸς πολιορκίαν μηχανήσεσθαι. Τοῦτο μέντοι οὐ κἂν ῥᾳδίως ἐστὶ τὸν τυχόντα ποιῆσαι, ἀλλὰ μόνον τὸν καλῶς μαθόντα τὴν τέχνην καὶ διὰ πάντων ὄντα τῶν ἐπιβαλλόντων αὐτῇ μαθημάτων τά τε ὑπὸ τῶν πρότερον ἀνδρῶν ἤδη γεγονότα πρὸς τὴν τοιαύτην

8

χρείαν μὴ παρέργως κατανοήσαντα. Τοῖς γὰρ καλῶς εὑρεθεῖσι πολλάκις χρηστέον καὶ οὐκ ἐκ παντὸς τρόπου καινοτομητέον, ἐὰν μή τινες βούλωνται τοὺς ἰδιώτας ἀπατᾶν, ἑλόμενοι τὸ δοκεῖν μᾶλλον τῆς ἀληθείας †αὐτοῖς ἀπ’ ῆ†. Τοῦτο δέ μοι καλῶς εἰρηκέναι
5φαίνεται.
5Ἐν γὰρ τοῖς Βελικοῖς τοσοῦτον τοὺς πρότερον ὑπερήγα‐ γεν, ὥστε καὶ τὸν ἐξαγγέλλοντα ὑπὲρ αὐτοῦ μὴ ῥᾳδίως πιστεύεσθαι. Ὁ γὰρ τρισπίθαμος αὐτοῦ καταπάλτης ἔβαλλε γ στάδια καὶ ἡμιστάδιον ἔχων τόνου μνᾶς δώδεκα. Ὁ δὲ τετράπηχος, παλίντο‐ νος ὤν, δ στάδια.
9Ἀπολλώνιος δὲ ὁ γεγονὼς αὐτοῦ διδά‐
10σκαλος τηλικαῦτα ἤγαγε φορτία λίθων ἐπὶ τὸ χῶμα τὸ περὶ τὸν λιμένα τὸν ἐν Ῥόδῳ, ὥστε καὶ ἀπορῆσαι πολλάκις τοὺς ὁρῶντας αὐτὰ πῶς ποτε εἰς τὰς ναῦς ἀνελάμβανε καὶ τίνι τρόπῳ ἐξείλετο αὐτὰ ἐν τῇ γῇ τῇ Ῥόδῳ·
13 ὃς μετὰ ταῦτα ἠκολούθησεν αὐτῷ, εὑρίσκειν τι χρήσιμον ἐν τοῖς Πολιορκητικοῖς αὐτοῦ ὀρεγόμενος.12
14Δηλοῖ δ’ ἡ κριο‐

9

φόρος αὐτοῦ χελώνη καὶ τὸ πρὸς αὐτὴν ἀντιμηχάνημα.
1 Διόπερ οὐκ ἀπιστητέον τῷ τοιούτῳ ἀνδρί μοι κατεφαίνετο ἐν τοῖς ὑπὲρ τῆς τέχνης παραινουμένοις. Κριὸν μὲν ἔφασκον εὑρεθῆναι πρώτιστον ὑπὸ Καρχηδονίων ἐν
5τῇ περὶ Γάδειρα πολιορκίᾳ. Χωρίδιον γάρ τι προκαταλαμ‐ βανομένων αὐτῶν καὶ καθαιρούντων εἰς ἔδαφος τὰ τείχη, νεανί‐ σκους τινὰς οὐθὲν ἔχοντας ἄρμενον εἰς τὴν καθαίρεσιν δοκὸν λαβόντας διὰ χειρῶν ἐνσείειν εἰς τὸ τεῖχος καὶ ῥᾳδίως ἐπὶ πολὺν τόπον καθε‐ λεῖν. Ὅθεν συνιδὼν τὸ γινόμενον Τύριός τις ναυπηγός, ᾧ ὄνομα ἦν
10Πεφρασμένος, ἐν τῇ πολιορκίᾳ, ἣν ἐποιοῦντο μετὰ ταῦτα πρὸς τὴν τῶν Γαδειριτῶν πόλιν, ἱστὸν στήσας καὶ ἄλλον ἀπ’ αὐτοῦ πλάγιον ἀρτήσας παραπλησίως ταῖς τῶν ζυγῶν φάλαγξιν, ἔτυπτε τὸ τεῖχος ἕλκων ἐξ ἀντισπάστου τὸν πλάγιον. Ἀπόρως δὲ τῶν ἔνδον διακει‐ μένων διὰ τὸ ξεῖνον τοῦ μηχανήματος, συνέβαινεν αὐτὰ πίπτειν
15ταχέως. Γήρας δὲ μετ’ αὐτὸν ὁ Καρχηδόνιος ὑπότροχον ποιήσας

10

σχεδίαν ἐπέθηκε πλάγιον τὸν κριὸν καὶ οὐκ ἐξ ἀντισπάστων εἷλκεν, ἀλλ’ ὑπὸ πλήθους ἀνδρῶν προωθούμενον ἐποίησε [ὑπότροχον σκέπασμα]. Γήρας δὲ 〈ὁ〉 πρῶτος εὑρὼν 〈τὸ ὑπότροχον σκέπασμα〉 ὃ διὰ τὴν βραδύτητα χελώνην προσηγόρευσεν.
5[Μετὰ ταῦτα δὲ ἐποίησάν τινες ἐπὶ κυλίνδρων
5προωθούμενον τὸν κριὸν καὶ οὕτως ἐχρῶντο.] Ἐπίδοσιν δὲ ἔλαβεν ἡ τοιαύτη μηχανοποιΐα ἅπασα κατὰ τὴν Διονύσου τοῦ Σικελιώτου τυραννίδα κατά τε τὴν Φιλίππου τοῦ Ἀμύντου βασιλείαν, ὅτε ἐπολιόρκει Βυζαντίους Φίλιππος.
8Εὐημέρει δὲ τῇ τοιαύτῃ τέχνῃ
Πολύειδος ὁ Θετταλὸς, οὗ οἱ μαθηταὶ συνεστρατεύοντο Ἀλεξάνδρῳ14
10Διάδης καὶ Χαρίας, Διάδης μὲν οὖν αὐτός φησιν ἐν τῷ μη‐ χανικῷ αὐτοῦ συγγράμματι εὑρηκέναι τούς τε φορητοὺς πύργους καὶ τὸ λεγόμενον τρύπανον καὶ τὸν κόρακα καὶ τὴν ἐπιβάθραν. Ἐχρᾶτο

11

δὲ καὶ τῷ ὑποτρόχῳ κριῷ. Γράφει γοῦν τὴν κατασκευὴν αὐτοῦ οὕτως· Κριοῦ κατασκευή Τὸν μὲν οὖν πύργον τὸν ἐλάχιστον, φησί, δεῖ γενέσθαι τὸ ὕψος πη‐
5χῶν ξ, τὸ δὲ πλάτος ἔχοντα πήχεις ιζ· συναγωγὴν δὲ τοῦ πλάτους εἰς τὸ ἄνω τὸ πέμπτον μέρος· τῶν δὲ σκελῶν τοῦ πύργου τὰ πάχη ἔχειν κάτωθεν μὲν τριπάλαιστα, ἄνωθεν δὲ ὀκταδάκτυλα. Ἐγένετο δὲ αὐτῷ ὁ τηλικοῦτος δεκάστεγος, περιπτέρου οὔσης ἑκάστης χώρας. Ὁ δὲ μέγιστος αὐτῷ πύργος τὸ μῆκος εἶχε πήχεις ρκ, τὸ δὲ

12

πλάτος εἶχε πήχεις κγ𐅵 τὴν δὲ συναγωγὴν καὶ οὗτος τὸ πέμπτον ἐλάμβανεν εἰς τὰ ἄνω μέρος· τῶν δὲ σκελῶν τὰ πάχη ποδιαῖα [καὶ] κάτωθεν, τετράγωνα, εἰς ϛ δακτύλους τὸ πᾶν συναγόμενα ἐπὶ τὰ ἄνω. Ὁ δὲ τηλικοῦτος αὐτῷ πύργος ἐγένετο εἰκοσάστεγος, περιδρό‐
5μους ἐχούσης ἑκάστης στέγης κύκλῳ πλάτος γ πηχῶν [ἐχόντων] εἰς τὴν ἐκβοήθησιν τῶν ἐμπυρισμῶν. Ἡ δὲ πρώτη στέγη ἐχέτω τὸ ὕψος πήχεις ζ𐅵· ἡ δὲ δευτέρα ε, καὶ ἕως πέντε στεγῶν τὸ αὐτὸ ὕψος λαμβανουσῶν· αἱ δ’ ἐπίλοιποι δ πηχῶν καὶ β πα‐ λαιστῶν τὸ ὕψος ἐγίνοντο. Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐλάττονος πύργου
10ἡ διαίρεσις τῶν στεγῶν τὸν αὐτὸν λόγον ἐλάμβανεν. Ἐβύρσουν δὲ αὐτοὺς ἀργαῖς βύρσαις. Τῆς δὲ χελώνης τῆς τὸν κριὸν φερούσης ἡ ἐργασία ἦν ἡ αὐτὴ

13

μικρῆς τε καὶ μεγάλης. Ἡ δὲ μεγίστη ἐλάμβανε τὸ διάστημα τοῦ πλάτους πήχεις λ, τὸ δὲ μῆκος πήχεις μ, τὸ δὲ ὕψος χω‐
ρὶς τῆς ἀετώσεως τῆς ἐφισταμένης ὕστερον πήχεις ιγ, τῆς δὲ ἀετώ‐ σεως αὐτῆς τὸ ὕψος ἀπὸ τοῦ καταστρώματος ἐπὶ τὸ ὀξύτατον πήχεις16
5ιϛ· ὑπερέβαλλε δὲ τὴν μέσην στέγην ὁ ἀετὸς τοὐλάχιστον πήχεις β, παρακαταβαίνων τὴν ἐπιστέγην ἕως τῶν ἐπ’ αὐτῷ δοκῶν, ὅπως ᾖ περίδρομος ἔγκυκλος. Ἐξῇρε δ’ ἐκ μέσης τῆς στέγης πυργίον τρίστεγον, καὶ εἰς μὲν τὰς ἄνω στέγας ἐτίθει καταπάλτας, εἰς δὲ τὴν κάτω ὕδατος παράθεσιν ἐποιεῖτο. Ἐγίνοντο δὲ αὐτῇ τῇ χελώνῃ ὀρθο‐
10στάται κύκλῳ περίδρομον ἐχούσῃ. Ἵστα δὲ καὶ κριοδόχην ἐν αὐτῇ,

14

ἐφ’ ᾗς καὶ τὸν κύλινδρον ἐπετίθει, δι’ οὗ προωθούμενος ὁ κριὸς δι’ ἀντι‐ σπάστων ἐνήργει τὴν χρείαν. Ἐβύρσουν δὲ καὶ ταύτην ὁμοίως τοῖς πύργοις. Τὸ δὲ τρύπανον χελώνην μὲν τὴν αὐτὴν τῷ κριῷ λαμβά‐
5νει τε καὶ πᾶσαν τὴν κατασκευὴν ὁμοίως ἔχουσαν· τίθησι δὲ ἐπὶ τῆς κρηπῖδος σύριγγα παραπλησίαν τῇ ἐν τοῖς εὐθυτόνοις γινομένῃ καταπάλταις καὶ πλάγιον ὀνίσκον ὁμοίως ἐκείναις ἔχουσαν. Ἐκ δὲ τοῦ ἄλλου μέρους αὐτῆς ἀπὸ τοῦ ἄκρου τροχιλέας ἐμβάλλει δύο, δι’ ὧν προωθεῖ τὴν ἐπιτιθεμένην ἐν αὐτῇ κεραίαν. Καὶ ἐπὶ τοῦ
10καταστρώματος δὲ τοῦ ἐν τῷ συριγγίῳ πυκνοὺς τίθησι κυλίνδρους ἵνα εὐκίνητος ὑπάρχῃ· καὶ οὕτως ἐμβάλλει τὴν κεραίαν, ἐν ᾧ κριο‐ κοπεῖ, ἐφελκόμενος αὐτὴν ἐκ τοῦ κάτω ὀνίσκου κειμένου. Βυρσοῦται δὲ

15

κύκλῳ σὺν ταῖς ἁψῖσι τὴν σύριγγα, ἵνα σκεπάζηται [εἰς αὐτὴν] ἡ κεραία ἔσωθεν.
2 Τοῦ γὰρ ἔργου καλῶς διατυπουμένου τούτου, τοῦ ἀρχι‐ τέκτονος εὑρίσκεται εὐδοξία· κατὰ δὲ λόγον ἐκτιθεμένου, τὰ συντάγματα μέγιστον ἕξει κλέος ἐν τοῖς ὑπομνήμασιν.
5 Τὸν δὲ κόρακα οὔ φησιν εἶναι ἄξιον κατασκευῆς. Τὴν δ’ ἐπι‐ βάθραν ὃν τρόπον δεῖ γένεσθαι προειπὼν ἐν ἀρχῇ δηλώσειν, οὐδὲν διεσαφήνισεν· οὐδ’ ὑπὲρ τῶν κατὰ θάλασσαν διὰ νεῶν προσα‐ γομένων ἔργων δεδήλωται· ἀλλὰ καὶ ταῦτα παρεῖται, καίτοι σφό‐
δρα ἐπαγγελτικῶς καὶ μεγάλως ποιησαμένου τοὺς λόγους. Ἡμεῖς18
10δὲ γράψομεν πρῶτον χελώνης χωστρίδος κατασκευήν, εἶτα τῶν ἄλλων μηχανημάτων τὰς συνθέσεις. Χελώνης χωστρίδος κατασκευή Τοῦτο τὸ κατασκεύασμά φησι Φίλων ὁ Ἀθηναῖος χρήσιμον

16

εἶναι πρός τε [τὰς γινομένας εἰς] τὴν προσαγωγὴν τῶν μηχανημά‐ των καὶ τὰς παρεκτάσεις τῶν στωιδίων καὶ τὰς συγχώσεις τῶν τάφρων καὶ ἐάν τινα ἄλλον τόπον δέῃ χῶσαι· χρήσιμον δὲ καὶ πρὸς τὰς ἐφεδρείας τοῦτο γίνεται. Πήγνυται δὲ αὐτὴ εἰς ἐσχάριον
5τετράγωνον, ἔχον τὴν πλευρὰν ἑκάστην πηχῶν ιδ· ἔχει δὲ καὶ δια‐ πήγματα τέσσαρα καὶ περιπήγματα δύο ἕκαστα πάχη ἔχοντα δεκα‐ δάκτυλα, τὰ δὲ πλάτη τριπάλαιστα. Διάπηγμα ἕκαστον ἀπεχέτω β πήχεις καὶ παλαιστὴν ἕνα. Λαμβάνει δὲ ἁμαξίποδας ἑκάστη χώρα τέσσαρας τῶν ἐν ταῖς
10γωνίαις, ἐν οἷς στρέφονται οἱ τῶν τροχῶν ἄξονες ἀποκλειόμενοι σπάθαις σιδηραῖς ἵνα, ὅταν δέῃ παροδοποιεῖν προάγοντας (τουτ‐ έστιν εἰς τοὔμπροσθεν πλατὺν τόπον ποιεῖν ἢ καὶ ὅμαλον πρὸς τὸ πο‐ λεμῆσαι) ἢ καὶ παρατιθέναι τινὰ μηχανήματα, ἐξῇ ἐκσπάσαντα τοὺς τροχοὺς μεταθεῖναι καὶ ἀποκλεῖσαι τοὺς ἄξονας.
15Οἱ δὲ τροχοὶ γίνον‐

17

ται τέσσαρες, τὴν μὲν διάμετρον τριπήχεις, τὸ δὲ πάχος ποδιαῖοι, δεδεμένοι σιδηραῖς λεπίσι ψυχρηλάτοις. Ἐπιζεύγνυται δὲ ἐπὶ τοῦ ἐσχαρίου ξύλα δύο ἑκατέρας πλευρᾶς ὑπερέχοντα καθ’ ἑκάτε‐ ρον μέρος τοῦ μήκους πήχεις δ· περὶ δὲ τὰς ὑπεροχὰς αὐτῶν
5περιπήγνυται ἄλλα δύο ξύλα ὑπερέχοντα ἐκ μὲν τοῦ πρόσθεν μέρους πήχεις η, ἐκ δὲ τοῦ ὀπίσω πήχεις δ· πάχη δὲ ἕκαστα λαμβάνει αὐτῶν καὶ πλάτη τὰ αὐτὰ τῷ ἐσχαρίῳ. Αὐτῷ τ’ ἐσπή‐ γνυνται τῷ ἐσχαρίῳ ἐπὶ τὸ πλινθίον αὐτοῦ κίονες ἑξαπήχεις δια‐ λείποντες ἀπ’ ἀλλήλων ἕκαστος πῆχυν ἕνα. Κατακλείει δὲ αὐτοὺς
10ἐπάνω κύκλῳ πάντας ἐπιστύλιον· καὶ ἀπ’ αὐτοῦ συστάται ἵστανται εἰς ἀλλήλους ἐξερείδοντες, τὴν ἀνάστασιν τοῦ ὕψους ποιοῦντες πήχεις η· ἐπὶ δὲ τῶν συστατῶν ἐπιζεύγνυται δοκός. Οἱ δὲ συστάται ἀντηρίσι καὶ πλευρώμασι διαλαμβάνονται· καὶ φράττονται αἱ στέγαι πᾶσαι σανιδώμασι, μάλιστα μὲν φοινικίνοις, εἰ δὲ μή, τῶν ἄλλων ὅσα20
15εὔτονά ἐστι ξύλα πλὴν κεδρίνων, πευκίνων καὶ κληθρίνων· ταῦτα

18

γὰρ ἔκπυρά ἐστι καὶ εὔκλαστα. Καταλαμβάνεται δὲ ἄνωθεν τὸ σανίδωμα γέρροις πεπλεγμένοις λεπτοῖς καὶ πυκνοῖς ὡς ἔνι προσ‐ φάτοις· ἐπὶ δὲ τούτοις καταλαμβάνονται βύρσαις ῥεραμμέναις ὁμοίως ταῖς τύλαις, καὶ σάττεται εἰς αὐτὰς μάλιστα μὲν ἕλεια ἢ τὸ
5καλούμενον θαλασσόπρασον ἢ ἄχυρα ὄξει βεβρεγμένα· ταῦτα δέ εἰσι χρήσιμα πρός τε τὰς τῶν λιθοβόλων πληγὰς καὶ πρὸς τοὺς ἐμπυρισμούς. Ἄλλη δέ τις ἐστὶ χωστρὶς χελώνη, τὰ μὲν ἄλλα παραπλη‐ σία ταύτῃ πεποιημένη καὶ κατακλείσεις τὰς αὐτὰς ἔχουσα, πλὴν
10τοὺς συγκύπτας οὐκ ἔχει· ἀλλὰ κύκλῳ ἐπάνω τῶν κιόνων καὶ τῶν ἐπιστυλίων θωράκιον καὶ ἐπάλξεις ἐκ σανίδων καὶ γέρρων, καὶ ἐπὶ τῶν σελμάτων σανίσιν ἰσχυραῖς περιβέβληται· κατήλειπται δὲ καὶ πηλῷ τετριχωμένῳ πάχος ἔχοντι, ὥστε τὸ πῦρ μὴ ἐνοχλεῖν. Καὶ ἔστιν αὐτὴ χρησίμη οὐ μόνον εἰς χῶσιν ἀλλὰ καὶ εἰς τὰς ἐφέδρας. Οἱ
15γὰρ στρατιῶται ἐμβαίνοντες εἰς αὐτὴν προσάγουσι πρὸς τὸ τεῖχος, ὥστε ἐντὸς βέλους γενόμενοι ἐφεδρεύειν. Αὕτη δὲ γένοιτ’ ἂν ὀκτά‐

19

τροχος ἡ χελώνη. Ἀλλὰ τοιαῦτα μηχανήματα ἔξεστι μετασκευά‐ ζειν τῷ τεχνίτῃ ἐμβλέποντι εἰς τοὺς τόπους τῶν προσαγωγῶν. Περὶ ὀρυκτρίδος χελώνης Τὸ δὲ τῆς ὀρυκτρίδος χελώνης γένος τὰ μὲν ἄλλα παραπλη‐
5σίως ταῖς πρότερον ᾠκοδόμηται, τὴν δὲ ἔμπροσθεν ὀρθὴν ἔχει

20

προσαγωγήν, ὅπως προσελθοῦσα πρὸς τὸ τεῖχος ἀπαρτήσῃ αὐτῷ, καὶ μὴ παρεισπίπτῃ ἀπὸ τοῦ τείχους τὰ ἀφιέμενα βέλη, ἀλλ’ ἀσφα‐ λῶς οἱ ὑπορύττοντες ἐν αὐτῇ ὄντες ἐργάζωνται.22

21

(2)

Τῆς δὲ ὑπὸ Ἡγήτορος τοῦ Βυζαντίου ηὑρημένης χελώνης γίνε‐ ται τὸ μὲν μῆκος τοῦ ἐσχαρίου πηχῶν μβ, πλάτος δὲ κη. Τὰ δὲ σκέλη τὰ ἐπὶ τοῦ ἐσχαρίου πηγνύμενα τέσσαρα συντίθεται καὶ ἕκαστον
5ἐκ δύο ξύλων συνημμένων τὸ μῆκος ἐχόντων πήχεις κδ, τὸ δὲ πάχος ε παλαιστάς, τὸ δὲ πλάτος πηχυαῖα. Τροχοὶ δὲ γίνονται ἐν αὐτῆ ὀκτώ, δι’ ὧν ἀνάγεται τὸ σύμπαν ἔργον. Τὸ μὲν ὕψος αὐτῶν ἔχει πήχεις δ𐅵, τὸ δὲ πάχος πήχεις β. συμβάλλονται δὲ κατὰ πλά‐

22

τος καὶ πάχος ἀμφαλλὰξ καὶ δεσμεύονται λεπίσι ψυχρηλάτοις, στρέφονται δὲ ἐν ἁμαξίποσιν. Κίονες δὲ πήγνυνται ἐπὶ τοῦ ἐσχαρίου δωδεκαπήχεις, πλάτος μὲν ἔχοντες παλαιστὰς γ, πάχος δὲ ι δακτύλους. ἀπέχει δὲ ἄλλος ἀπ’ ἄλλου κίων παλαιστὰς ζ, καὶ
5ἐπιζεύγνυνται ἐπ’ αὐτῶν ἐπιστύλια κύκλῳ πλάτος ἔχοντα παλαιστὰς δ, πάχος δὲ γ. Ἐπὶ δὲ τῶν ἐπιστυλίων πήγνυνται συγκύπται τὸ ὕψος ἐξαίροντες πήχεις η· καὶ ἐπ’ αὐτῶν δοκὸς ἐμπήγνυται πλα‐ γία εἰς ἣν πᾶσαι αἱ κορυφαὶ τῶν συγκυπτῶν πήγνυνται, καὶ γίνονται δύο πλευραὶ κεκλιμέναι· καὶ λοιπὸν τὸ πᾶν ἔργον σανι‐
10δοῦται καὶ σκεπάζεται παραπλησίως ταῖς χωστρίσι χελώναις. Ἔχει δὲ καὶ μέσην στέγην ἐπὶ τῶν ἐπιστυλίων ἀναπαυομένην, ὅπως ἡ βελοστα‐ σία ἐπ’ αὐτῆς εἴη. Ἵστανται δὲ καὶ ὀπίσω τῆς κριοδόχης σκέλη δύο

23

συμβεβλημένα ὄρθια ἐν μέσῳ τῆς χελώνης ἔχοντα τὸ μῆ‐ κος λ πήχεις· τὸ δὲ πάχος αὐτῶν πηχυαῖον, τὸ δὲ πλά‐ τος τριπαλαιστιαῖον. Ἐφαρμόζεται δὲ ἐπ’ αὐτῶν περικέφαλον καὶ μέσον ἄλλο διὰ τῶν σκελῶν διάπηγμα. Καὶ ἀνὰ μέσον τοῦ τε
5περικεφάλου καὶ τοῦ διαπήγματος πήγνυται ξύλον ὄρθιον, καὶ ἐφ’ ἑκατέρου μέρους τοῦ ξύλου τοῦ παγέντος καὶ τῶν σκελῶν ἐμ‐
βάλλονται ὀνίσκοι τετορνευμένοι, ἐξ ὧν τὰ ὅπλα ἐξήρτηται τὰ ἀνέ‐ χοντα τὸν κριόν. Ἐπὶ δὲ τοῦ ἐπικεφάλου καὶ τῆς κριοδόχης πήγνυ‐ ται θωράκιον, ὥστε ἐν αὐτῷ ἀσφαλέστατα δύνασθαι ἑστάναι τοὺς24
10ἐποπτεύοντας τὰ ἀποστελλόμενα ἐκ τῶν ἐναντίων πρὸς τὸν κριόν. Τοῦ δὲ κριοῦ τὸ σύμπαν γίνεται μῆκος πηχῶν κρ· ἐκ δὲ πτέρ‐ νης πάχος μὲν ποδῶν β, πλάτος δὲ ε παλαιστῶν· εἰς ἄκρον δὲ

24

συνῆκται αὐτοῦ τὸ μὲν πάχος ποδιαῖον, τὸ δὲ πλάτος τριπαλαι‐ στιαῖον· ἔχει δὲ καὶ τὸ στόμα σιδηροῦν ὅμοιον ἐμβόλῳ προμήκει. Τὸ δὲ †σῶμα αὐλωτὸν† καὶ ἀπ’ αὐτοῦ ἕλικες ἀποτείνουσι σιδηραῖ προσηλωμέναι τῷ κριῷ τέσσαρες ἐπὶ πήχεις ι. Ὑποζώννυται δὲ
5ὅλος ὁ κριὸς ὅπλοις ὀκταδακτύλοις τέτρασι, καὶ διαλαμβάνεται κατὰ μέσον ἐκ τριῶν διαλημμάτων ἁλύσεσι παχείας. Ὁ δὲ δεσμὸς ὁ ἐν μέσῳ τὸν κριὸν ἔχων, ἐπὶ παλαιστὰς ε λαμβάνει τὸν ἑλιγμὸν ἐν τῷ κριῷ. Βυρσοῦται δὲ κύκλῳ, ὅταν κατελιχθῇ, βύρσαις ἀρ‐ γαῖς. Τὰ δὲ ὅπλα, ἀποτεταμένα ἐκ τῶν ὀνίσκων τῶν ἐκ τῆς κριο‐
10δόχης καὶ ἀνέχοντα τὸν κριόν, ἔχει τὰς ἀρχὰς ἁλύσεσι σιδηραῖς

25

τετραπλαῖς πεπλεγμένας. Καὶ περιβεβύρσωνται αἱ ἁλύσεις πρὸς τὸ μὴ ὁρᾶσθαι. Γίνεται δὲ καὶ ἐπιβάθρα σανίδος ἐφηλωθείσης τῇ προφορᾷ τοῦ κριοῦ, καὶ ἐπὶ ταύτης γίνεται ἐκ τριτημορίων δίκτυον πεπλεγ‐
5μένον, ἔχον τὰς ὀπὰς παλαιστιαίας πρὸς τὸ ῥᾳδίως ἀναβαίνειν ἐπὶ τὸ τεῖχος δι’ αὐτοῦ. Ἔχει δὲ καὶ παραπήγματα ἐξ ἑκατέρου μέ‐ ρους ὁ κριὸς, †ἐπειδὴ τὰ ταῖς κάσαις† παραπλήσια .... Κινήσεις

26

δὲ τὸ ἔργον λαμβάνει ἕξ· τὴν εἰς τὸ ἔμπροσθεν καὶ τὴν εἰς τὸ ὀπίσω, καὶ τὰς εἰς τὰ πλάγια, καὶ τὴν ἀνάνευσιν καὶ τὴν ἐπίνευσιν. Κα‐ θαιρεῖ δὲ ἀπὸ ἑβδομηκονταπήχους ὕψους, καὶ εἰς τὰ πλάγια παρασύρει ἐπὶ πήχεις ς. Οἰακίζεται δὲ ὑπὸ ἀνδρῶν
5ρ, ἔχουσα τὸ σύμπαν βάρος τάλαντα τετρακισχίλια.26

27

(2)

Ἡ δὲ ὑπὸ Ἐπιμάχου τοῦ Ἀθηναίου γενομένη ἑλέπολις, ἣν Δημήτριος ὁ Ῥοδίους πολιορκῶν προσήγαγε τοῖς τείχεσιν αὐ‐ τῶν, ἔστι τοιάδε. Τὸ μὲν ὕψος λαμβάνει πήχεις ϙ, τὸ δὲ πλάτος
5πήχεις μη. Γίνεται δὲ τῷ σχήματι πυργοειδής· ὑπομένει δὲ πληγὴν ὡς τριταλάντου λίθου. Αἱ δὲ ἐκ τῶν πλοίων μηχαναί, ἅς τινες σαμβύκας προσα‐ γορεύουσιν, οὐκ ἔχουσί τι ἄξιον γραφῆς διὰ τὸ πᾶσιν αὐτὰς εὐγνώ‐ στους εἶναι· καὶ τοσοῦτον ἕκαστον διαφέρειν οἴομαι τούτων, ὥστε μὴ
10γενέσθαι πολλάκις αἱρετώτερόν ἐστιν ἢ κατασκευασθῆναι κακῶς. Οἱ γὰρ ἐν τῇ περὶ Χίον πολιορκίᾳ, ἀστοχήσαντες καὶ μείζονας τῶν

28

πύργων τὰς σαμβύκας κατασκευάσαντες, ἐποίησαν τοὺς ἀναβάντας ἐπ’ αὐτὰς ὑπὸ τοῦ πυρὸς ἀπολέσθαι μὴ δυναμένους ἐπιβῆναι ἐπὶ τοὺς πύργους, χαλάσαι τε οὐκ ἦν οὐδενὶ τρόπῳ αὐτάς· εἰ δὲ μή, κατεστρέφετο τὰ πλοῖα ἐξ ὧν ἐμετεωρίσθησαν, ἔξω βάρους τοῦ
5φορτίου γινομένου. Διόπερ, μετὰ καὶ τῶν ἄλλων τοὺς μηχαναῖς μέλλοντας χρᾶσθαι τεχνίτας δεῖ μὴ ἀπείρους εἶναι τῶν ὀπτικῶν. Καλλιστράτῳ δὲ γράψαντι ὑπὲρ τῶν μηχανικῶν παρα‐ πλήσιόν τι συνέβη ἐν τῇ ἀγωγῇ τῇ εἰς τὸ ἱερὸν τὸ ἐν Ἐφέσῳ ἀγο‐ μένῃ ὑπ’ αὐτοῦ λίθων. Οὐ γὰρ συνεῖδεν ὅτι ἔνια ἐπὶ τῶν μικρῶν
10παραδειγμάτων τὴν φαντασίαν ποιοῦσιν· οὐ γὰρ γίνονται εἰς αὔ‐ ξησιν τὰ τοιαῦτα· πάλιν δὲ ἐπ’ ἐνίων μικρὰ παραδείγματα οὐ δύναται γενέσθαι, ἀλλὰ τὰ ἐνεργοῦντα εὐθὺς κατασκευάζονται. Καὶ γὰρ ἐκεῖνο τὸ τρίγωνον τὸ γενόμενον παράδειγμα πρὸς τὴν

29

ἀγωγὴν τῶν λίθων ηὐδοκίμει· αὐτὰ δὲ τὰ φορτία οὐκ ἠδυνήθη τῷ αὐτῷ τρόπῳ ἀχθῆναι. Κατεσκεύασαν δέ τινες ἐν πολιορκίᾳ κλιμάκων γένη παραπλή‐ σια τοῖς τιθεμένοις ἐν τοῖς θεάτροις πρὸς τὰ προσκήνια τοῖς ὑπο‐
5κριταῖς· ἐφάνησαν μέντοι οὐδὲν χρήσιμα. Ἡμεῖς δὲ κατεχω‐
ρίσαμεν αὐτάς, διὰ τὸ ἐνίους τῶν νῦν μηχανικῶν ποιήσαντας παραδείγματα αὐτοῦ τοῦ ξένου τούτου θεάματος ἐξαπατᾶν ἐπι‐ χειρεῖν. Κτησίβιος δὲ ὁ Ἀσκρηνὸς ὁ ἐν Ἀλεξανδρείᾳ μηχανικὸς ἐν τοῖς28
10Ὑπομνήμασι κατεχώρισεν, ὥστε ἐπὶ τεῖχος ἄνευ κλίμακος ἀνα‐ βαίνειν διὰ μηχανήματος τοιούτου. Φησί· δεῖ κατασκευάσαι ἅμα‐ ξαν τετράκυκλον καὶ ἐπ’ αὐτῆς πῆξαι ξύλον πλάγιον τετράγωνον, ἐκκοπὰς ἔχον στρογγύλας ἐξ ἑκατέρου μέρους, κινούμενον εἰς δύο ξύλα ὄρθια, καὶ περὶ αὐτὸ σύριγγα περιθεῖναι κηλωνευομένην
15τηλικαύτην τῷ μεγέθει, ὥστε χωρεῖν ὀρθὸν ἄνδρα ῥᾳδίως εἰσελ‐ θόντα εἰς τὴν σύριγγα ὁτὲ μὲν προπορεύεσθαι ἐν αὐτῇ, ὁτὲ δὲ

30

ἀναχωρεῖν· οὗ γενομένου, μετεωρίζεσθαι τὴν σύριγγα ἐξ οὗπερ βούλει μέρους. Ἐπιπίπτοντος γὰρ ἐπὶ τοῦ ἐδάφους ἑνὸς μέρους τῆς σύριγγος, διὰ τὸ ἐπὶ ταῖς ἐκκοπαῖς τοῦ ξύλου καθ’ ἑτέραν αὐτοῦ πλευρὰν στρέφεσθαι, κηλωνεύεσθαι δὲ τὴν σύριγγα, ὅταν γένοιτο
5τὸ στόμα αὐτῆς κατὰ τὸ τεῖχος, προσαχθείσης τῆς τετρακύκλου

31

πρὸς αὐτό, διανοίξαντα τὸν ἔνδον ὄντα τὴν θύραν αὐτῆς ἐπιβῆναι ἐπὶ τὸ τεῖχος. Μέτρα δὲ τούτων οὐ συντεταχέναι φαίνεται. Γενναίου δὲ τοῦτο ἄξιον οὐθενός, ἀλλ’ ἐκ θαυμάτων τὸ μηχάνημα συγκεί‐ μενον καὶ μάλιστα τὸν τεχνίτην τὸ θαυμάσαι .... καὶ τοῦτο
5κατετάξαμεν. Περὶ δὲ ὑπορύξεων καὶ στωϊδίων κατασκευῆς καὶ τῆς περὶ αὐτὰ πραγματείας ὃν τρόπον δεῖ γίνεσθαι γεγραφότος Πύρρου ἐν τοῖς Πολιορκητικοῖς, οὐκ ἔκρινον τοῖς καλῶς εἰρημένοις ὑπ’ αὐτοῦ ἀντιλέγειν· ὅπερ τοὺς πλείστους ὁρῶ ποιοῦντας ἐν τοὶς ἐπιτηδεύ‐
10μασιν. Ὅσα μὲν εἴρηται τοῖς ἐπάνω, καλῶς πάντα νενόηταί μοι ἐπ’ ἀκριβὲς περὶ ἑκάστου τὴν ἐξεργασίαν πεποιημένῳ· καὶ αὐτὸς δὲ πεφιλοτίμημαι προσευπορῆσαι τοῖς πρὸς μηχανουργίαν χρησί‐ μοις. Οὐ γὰρ μόνον δεῖ τὰ καλῶς εὑρεθέντα ὑφ’ ἑτέρων εἰδέναι,

32

ἀλλ’ ἐπείπερ ἐστὶν εὐκινησία περὶ τὴν ψυχήν, καὶ αὐτόν τι εὑρίσκειν δεῖ.
Ἐπὰν γὰρ πόλιν ἐνθάλασσον ἑλεῖν προαιρῶνται, τινὲς τῶν ἀρχιτεκτόνων ὑποζυγώσαντες ὁλκάσι τὰ μηχανήματα ἐν ταῖς30
5γαλήναις εἰώθασι προσάγειν [ἐν] τοῖς τείχεσιν· ἐὰν δὲ καταλη‐ φθῶσιν ὑπὸ τοῦ πνεύματος καὶ τεθραμμένον ὑποδύῃ τοῖς σκάφεσι κῦμα, ἀναπολάζει τὸ ἐπηρεισμένον μηχάνημα, τῶν σκαφῶν οὐχ ὁμοίαν ποιουμένων κίνησιν· ὅθεν, θραυομένων τῶν μηχανημάτων, ὑπὸ τῆς αὐτεπιβουλεύτου μηχανῆς τοῖς ἐκ τῆς ἐναντίας θάρσος
10καθίσταται. Δεῖ οὖν ἐν τῇ ἐσχάρῃ τῇ ἐπερειδομένῃ ταῖς ὁλκάσιν ἁρ‐ μόζειν μέσον τὸ λεγόμενον πιθήκιον, ἵνα ἐν παντὶ κλίματι σαλεύ‐ οντος τοῦ κλύδωνος ὀρθὸν μένῃ τὸ μηχάνημα· πρὸς δὲ τοὺς ἀνέ‐

33

μους καὶ τὸ ἐμπαράσκευον ἔχειν ἀμυντήριον, μικρὰς ποιήσαντας ἑλεπόλεις τῷ μεγέθει. Ἐπὰν ἆσσον γένωνται τὰ πλοῖα τοῦ τείχους, τότε δεῖ ἐν αὐτοῖς διὰ πολυσπάστων ἀνιστᾶν τὰ μηχανήματα. Ἐνταῦθα τὸ πλοῖον
5Ἀρέσκει δέ μοι πάσῃ χελώνῃ καὶ παντὶ μηχανήματι πρό‐

34

τροχον κατασκευάζειν χάριν τοῦ σκολιὰς ποιεῖσθαι τὰς προσαγω‐ γάς, ὅπως κατὰ τοῦ αὐτοῦ σκοποῦ οἱ πετροβόλοι μὴ προσπέμ‐ πωσιν. Κατασκευάζεται δὲ ἐκ τοῦ ἐσχαρίου κατὰ μέσον τὸ μέτωπον καὶ προβάλλεται ἡ λεγομένη θερμαστρίς, μῆκος ἔχουσα πηχῶν
5γ, ἔχουσα μασχάλην συνδεδεμένην λεπίσι ψυχρηλάτοις, εἰς ἣν ἀρθρεμβολεῖται ὁ λεγόμενος ὁδηγός, ᾧ ἐναρμόζεται ὁ πρότροχος σφαιροειδής. Διὰ δὲ τοῦ ὁδηγοῦ ὅπλον διέωσται νημα‐

35

τικὸν ἑκκαιδεκαδάκτυλον, οὗ αἱ ἀρχαὶ ἔνδον κατακλείονται περὶ τὸν ἄξονα, ὥστε, ἐφ’ ἣν ἂν βούλωνται πλευράν, ἐπιστρεφομένου τοῦ ἄξονος ἐκεῖ τὴν πορείαν ποιεῖσθαι. Ἐνταῦθα τὸ πλοῖον
5Ἀρέσκει δέ μοι καὶ τὸ καρχήσιον. Παγήσεται δὲ ἐπὶ τῆς κριο‐
5φόρου χελώνης· οὗ τὰ μὲν σιαγόνια ἔσονται μελέϊνα, δεδεμένα

36

λεπίσι ψυχρηλάτοις, ἵνα ἐν ἄξονι ἐμβάλλωνται χαλκῷ σταθμὸν ἔχοντα ἕκαστον αὐτῶν ταλάντου. Καὶ εἰς ταῦτα ἄξων ἐναρμόζεται σιδηροῦς ταλάντων δ· ἡ δὲ λεγομένη γέρανος ἐν τούτῳ πήγνυται †ἵνα ἐστὶ† πρὸς τὸ ὕψος τῶν πολιορκουμένων, ὡς ἡ καθ’32
5ἡμᾶς ὄψις δηλοῖ. Καθηλωθήσεται δὲ ἐπάνω σύριγξι καμα‐ ρικαῖς, ἐν ᾧ κοιλάσματι ἐναρμοσθήσεται κληματόδεσις. Ἐπὶ δὲ τοῦ κορυφώματος καταρτίζεται ἐξαιρῖτις περιπτυκτή, κάτωθεν ἔχουσα κόρακας σιδηροῦς, ἵνα, ὅταν προσερείσῃ ταῖς ἐπάλξεσι τὸ μηχάνημα καὶ τοῖς ὑποτόνοις ἐξανοιχθῇ τὸ κατασκεύασμα
10τῆς ἐξαιρίτιδος, οἱ κόρακες ἑδραίως τῶν ἐπάλξεων ἐπιλάβων‐ ται. Ἡ δὲ γέρανος ὑποζώννυται καὶ βυρσοῦται ὁμοίως τῷ προει‐ ρημένῳ κριῷ. Ἐπὶ δὲ τὴν ῥίζαν ἐπιτίθεται σηκώματος τάλαντα

37

†χίλια,† οὐδὲν ἧσσον ἐργαζομένων τῶν ἀξόνων διὰ τῆς ὑποστρο‐ φάδος. Ποιεῖ δὲ καὶ τοῦτο τὰς ἓξ κινήσεις. 〈Ἐνταῦθα τὸ καρχήσιον.〉 Τοῖς δὲ δυσχερέσι τόποις καὶ στροβιλώδεσιν, ἐκεῖ οὐ προσακτέον
5μηχάνημα διὰ τῆν δυσχέρειαν τῶν τόπων. Μάλιστα δὲ ὀχλοῦσιν οὐ τῷ κατακρημνισμῷ 〈ἀλλ’〉 ἀπὸ τῶν ἐπάλξεων ἀφιέντων αὐτῶν πέτρας παμμεγέθεις καὶ σφονδύλους μεγάλους καὶ ἕτερά τινα τού‐ τοις παραπλήσια, ἅτινα φερόμενα διὰ τὸν ἐπ’ αὐτῶν παλμὸν

38

ἀνυπόστατον ποιοῦνται τὴν βίαν. Εὑρηκότα οὖν δεῖ τὴν τούτων ἀπώ‐ σασθαι διαφθορὰν διὰ τῆς τοιαύτης ἐργοποιΐας· τριβόλους κα‐ τασκευαστέον πηχῶν ε, πάχος ἔχοντας ζωνιαῖον 〈...〉, τῷ δὲ πλήθει ἱκα‐ νοὺς ἵνα τὸ χωρίον περιέλθωμεν ἐκτὸς βέλους. Ἐκ δὲ τῆς καθ’
5ἑκάστην ἡμέραν γινομένης [τῶν λίθων] προσαγωγῆς τῶν τριβόλων [προσφερομένων] τριπλῆ ἢ καὶ τετραπλῆ ἡ τούτων θέσις ἂν γέ‐ νοιτο. Διὰ γὰρ τοῦτο τίθενται οἱ τρίβολοι, ὥστε τὰ καταφερόμενα προσπίπτειν ἀεὶ τούτοις, καὶ οὕτω δεῖ καθ’ ἕνα ἕκαστον αὐτῶν τῶν
τόπων παριέναι.34
9Ἐπὰν δὲ θελήσωσιν ἆσσον γίνεσθαι τοῦ τείχους οἱ
10πολεμοῦντες, τὴν ἀρετὴν ἀνέχοντες χελώνην, δι’ αὐτῆς προσθήσουσι τὰς κλίμακας. Ἔστι δὲ ἡ ἀρετὴ οἷα χελώνη σφηνοειδὴς καὶ περι‐ στρόγγυλος ἄνωθεν ἐξ ἡμικυκλίου, ἵνα τὰ προσπίπτοντα κατὰ μέ‐ τωπον αὐτῆς εὐχερῶς περικυλίηται.

39

Μὴ ὑπολάβῃς δὲ ἡμᾶς οὕτως ὠμοὺς εἶναι, ὥστε συναγαγεῖν τοσαῦθ’ ὑπομνήματα περὶ ἀναιρέσεως πόλεων· τἀναντία δὲ δεῖν. Ὁ δὲ προειρημένος λόγος ἀσφάλειαν πεποίηται πόλεως· οἱ γὰρ ταῦτα εἰδότες φυλάξασθαι αὖ ῥᾳδίως δυνήσονται τὰ
5λυπήσοντα. Μάλιστα δὲ ἡμῖν πεπραγμάτευται κατὰ τῶν οὐχ ὑποταγησο‐ μένων τοῖς καλοῖς τῆς ἡγεμονίας νόμοις. Διόπερ, ἐὰν κρίνῃς, ἐσχη‐ ματογραφημένα πάντα ἔσται τὰ μηχανήματα· καὶ τὸ ἐν τῇ λέξει
1δύσφραστον ἐπ’ αὐτῶν εὔδηλον ἔσται. Ὅσα δὲ δεῖ πρὸς τὰ εἰρημένα ἀντιμηχανή‐
10σασθαι, ἐάν τινα ἀναλεξώμεθα παρὰ τῶν ἀρχαιοτέρων, πειρασόμεθά σοι κἀ‐ κεῖνα γράψαι. Τοῦτο δὲ εἴρηται, ὥς τινων τῇ ἰδίᾳ ἀργίᾳ μετρούν‐ των τὴν τῶν πέλας κακοπάθειαν, καὶ οὐ φαμένων εἶναι ἐν πολλῷ

40

ἐπίγνωσιν γενέσθαι πραγμάτων ὥσπερ τῆς ψυχῆς ἡμῶν ἀποστενο‐
χωρούντων τὴν προθυμίαν τῶν μαθημάτων.36